mrk 10:31 UGNT
逐节对照
交叉引用
  • Matthew 8:11 - λέγω δὲ ὑμῖν, ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν;
  • Matthew 8:12 - οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
  • Luke 18:11 - ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης;
  • Luke 18:12 - νηστεύω δὶς τοῦ σαββάτου; ἀποδεκατεύω πάντα, ὅσα κτῶμαι.
  • Luke 18:13 - ὁ δὲ τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ’ ἔτυπτε τὸ στῆθος αὐτοῦ λέγων, ὁ Θεός, ἱλάσθητί μοι, τῷ ἁμαρτωλῷ!
  • Luke 18:14 - λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρ’ ἐκεῖνον. ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται; ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
  • Luke 7:40 - καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ, Διδάσκαλε, εἰπέ, φησίν.
  • Luke 7:41 - δύο χρεοφιλέται ἦσαν: δανιστῇ τινι ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
  • Luke 7:42 - μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν, πλεῖον ἀγαπήσει αὐτόν?
  • Luke 7:43 - ἀποκριθεὶς Σίμων εἶπεν, ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ, ὀρθῶς ἔκρινας.
  • Luke 7:44 - καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, βλέπεις ταύτην τὴν γυναῖκα? εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας; αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν.
  • Luke 7:45 - φίλημά μοι οὐκ ἔδωκας; αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον, οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
  • Luke 7:46 - ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας; αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
  • Luke 7:47 - οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ; ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
  • Matthew 21:31 - τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός? λέγουσιν, ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς, ἀμὴν, λέγω ὑμῖν, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν Βασιλείαν Θεοῦ.
  • Acts 13:46 - παρρησιασάμενοί τε, ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν, ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ; ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ, στρεφόμεθα εἰς τὰ ἔθνη.
  • Acts 13:47 - οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
  • Acts 13:48 - ἀκούοντα δὲ τὰ ἔθνη, ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.
  • Romans 9:30 - τί οὖν ἐροῦμεν? ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως;
  • Romans 9:31 - Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.
  • Romans 9:32 - διὰ τί? ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων. προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
  • Romans 9:33 - καθὼς γέγραπται, ἰδοὺ, τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου; καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται.
  • Luke 7:29 - (καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου;
  • Luke 7:30 - οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ, τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ’ αὐτοῦ.)
  • Luke 13:30 - καὶ ἰδοὺ, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.
  • Matthew 20:16 - οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι.
  • Matthew 19:30 - πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
逐节对照交叉引用