mrk 13:15 NA28
逐节对照
交叉引用
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 17:31 - ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 17:32 - μνημονεύετε τῆς γυναικὸς Λώτ.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 17:33 - ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι ἀπολέσει αὐτήν, ὃς δ’ ἂν ἀπολέσῃ ζῳογονήσει αὐτήν.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27:38 - κορεσθέντες δὲ τροφῆς ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27:18 - σφοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 27:19 - καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:16 - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:17 - ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 24:18 - καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
  • ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:7 - [Ἀλλ’] ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.
  • ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:8 - ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου, δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω
  • ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:7 - Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
逐节对照交叉引用