mrk 14:17 UGNT
逐节对照
交叉引用
  • John 13:21 - ταῦτα εἰπὼν, ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
  • John 13:22 - ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει.
  • John 13:23 - ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς.
  • John 13:24 - νεύει οὖν τούτῳ Σίμων Πέτρος, πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
  • John 13:25 - ἐπιπεσών οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, Κύριε, τίς ἐστιν?
  • John 13:26 - ἀποκρίνεται ὁ Ἰησοῦς, ἐκεῖνός ἐστιν ᾧ ἐγὼ, βάψας τὸ ψωμίον, ἐπιδώσω καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτη.
  • Luke 22:21 - πλὴν ἰδοὺ, ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης;
  • Luke 22:22 - ὅτι ὁ Υἱὸς μὲν τοῦ Ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται.
  • Luke 22:23 - καὶ αὐτοὶ ἤρξαντο συνζητεῖν πρὸς ἑαυτοὺς, τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν, ὁ τοῦτο μέλλων πράσσειν.
  • Matthew 26:20 - ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα,
  • Matthew 26:21 - καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἀμὴν, λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
  • Matthew 26:22 - καὶ λυπούμενοι σφόδρα, ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος, μήτι ἐγώ εἰμι, Κύριε?
  • Matthew 26:23 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει.
  • Matthew 26:24 - ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται. καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
  • Luke 22:14 - καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
逐节对照交叉引用