mrk 14:66 UGNT
逐节对照
交叉引用
  • Luke 22:55 - περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συνκαθισάντων, ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
  • Luke 22:56 - ἰδοῦσα δὲ αὐτὸν, παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ εἶπεν, καὶ οὗτος σὺν αὐτῷ ἦν.
  • Luke 22:57 - ὁ δὲ ἠρνήσατο λέγων, οὐκ οἶδα αὐτόν, γύναι.
  • Luke 22:58 - καὶ μετὰ βραχὺ, ἕτερος ἰδὼν αὐτὸν ἔφη, καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος ἔφη, ἄνθρωπε, οὐκ εἰμί.
  • Luke 22:59 - καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων, ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.
  • Luke 22:60 - εἶπεν δὲ ὁ Πέτρος, ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ.
  • Luke 22:61 - καὶ στραφεὶς, ὁ Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ῥήματος τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον, ἀπαρνήσῃ με τρίς.
  • Luke 22:62 - καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.
  • John 18:25 - ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ? ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, οὐκ εἰμί.
  • John 18:26 - λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ?
  • John 18:27 - πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
  • Matthew 26:69 - ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ, καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
  • Matthew 26:70 - ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, οὐκ οἶδα τί λέγεις.
  • Matthew 26:71 - ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
  • Matthew 26:72 - καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
  • Matthew 26:73 - μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
  • Matthew 26:74 - τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον! καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
  • Matthew 26:75 - καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος, ὅτι πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με; καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.
  • John 18:15 - ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
  • John 18:16 - ὁ δὲ Πέτρος ἵστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὅς ἦν γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
  • John 18:17 - λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ, μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου? λέγει ἐκεῖνος, οὐκ εἰμί.
  • John 18:18 - ἵστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο; ἦν δὲ καὶ ὁ Πέτρος μετ’ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
  • Matthew 26:58 - ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως; καὶ εἰσελθὼν ἔσω, ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
  • Mark 14:54 - καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ, ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως; καὶ ἦν συνκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
逐节对照交叉引用