mrk 15:22 UGNT
逐节对照
交叉引用
  • John 19:17 - καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν, ἐξῆλθεν εἰς τὸν λεγόμενον, Κρανίου Τόπον, ὃ λέγεται Ἑβραϊστὶ, Γολγοθᾶ;
  • John 19:18 - ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν.
  • John 19:19 - ἔγραψεν δὲ καὶ τίτλον ὁ Πειλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. ἦν δὲ γεγραμμένον, Ἰησοῦς ὁ Ναζωραῖος, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.
  • John 19:20 - τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς; καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί.
  • John 19:21 - ἔλεγον οὖν τῷ Πειλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, μὴ γράφε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν, Βασιλεὺς εἰμι τῶν Ἰουδαίων.
  • John 19:22 - ἀπεκρίθη ὁ Πειλᾶτος, ὃ γέγραφα, γέγραφα.
  • John 19:23 - οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσερα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου.
  • John 19:24 - εἶπον οὖν πρὸς ἀλλήλους, μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται; ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν;
  • John 19:25 - ἵστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.
  • John 19:26 - Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, γύναι, ἰδοὺ, ὁ υἱός σου.
  • John 19:27 - εἶτα λέγει τῷ μαθητῇ, ἴδε, ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
  • Luke 23:27 - ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
  • Luke 23:28 - στραφεὶς δὲ πρὸς αὐτὰς, ὁ Ἰησοῦς εἶπεν, θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
  • Luke 23:29 - ὅτι ἰδοὺ, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, μακάριαι αἱ στεῖραι, καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.
  • Luke 23:30 - τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, πέσετε ἐφ’ ἡμᾶς; καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς.
  • Luke 23:31 - ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ, ταῦτα ποιοῦσιν; ἐν τῷ ξηρῷ, τί γένηται?
  • Luke 23:32 - ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
  • Luke 23:33 - καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
  • Luke 23:34 - διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.
  • Luke 23:35 - καὶ ἵστήκει, ὁ λαὸς θεωρῶν ἐξεμυκτήριζον, δὲ καὶ οἱ ἄρχοντες λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς, τοῦ Θεοῦ, ὁ ἐκλεκτός.
  • Luke 23:36 - ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ,
  • Luke 23:37 - καὶ λέγοντες, εἰ σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν!
  • Luke 23:38 - ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ, ὁ Βασιλεὺς τῶν Ἰουδαίων οὗτος.
  • Matthew 27:33 - καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος.
  • Matthew 27:34 - ἔδωκαν αὐτῷ πιεῖν οἶνον μετὰ χολῆς μεμιγμένον; καὶ γευσάμενος, οὐκ ἠθέλησεν πιεῖν.
  • Matthew 27:35 - σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον,
  • Matthew 27:36 - καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
  • Matthew 27:37 - καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην, οὗτός ἐστιν Ἰησοῦς, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.
  • Matthew 27:38 - τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων.
  • Matthew 27:39 - οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν
  • Matthew 27:40 - καὶ λέγοντες, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν, εἰ υἱὸς εἶ τοῦ Θεοῦ, καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ!
  • Matthew 27:41 - ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων ἔλεγον,
  • Matthew 27:42 - ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν ἐπ’ αὐτόν.
  • Matthew 27:43 - πέποιθεν ἐπὶ τὸν Θεόν, ῥυσάσθω νῦν εἰ θέλει αὐτόν. εἶπεν γὰρ, ὅτι Θεοῦ εἰμι Υἱός.
  • Matthew 27:44 - τὸ δ’ αὐτὸ καὶ οἱ λῃσταὶ, οἱ συνσταυρωθέντες σὺν αὐτῷ, ὠνείδιζον αὐτόν.
逐节对照交叉引用