mrk 15:6 NA28
逐节对照
交叉引用
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:16 - παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:18 - Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:19 - ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:20 - πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:21 - οἱ δὲ ἐπεφώνουν λέγοντες· σταύρου σταύρου αὐτόν.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:22 - ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:23 - οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:24 - Καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
  • ΚΑΤΑ ΛΟΥΚΑΝ 23:25 - ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:2 - οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:16 - Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. Παρέλαβον οὖν τὸν Ἰησοῦν,
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:15 - Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:16 - εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον [Ἰησοῦν] Βαραββᾶν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:17 - συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς ὁ Πιλᾶτος· τίνα θέλετε ἀπολύσω ὑμῖν, [Ἰησοῦν τὸν] Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον χριστόν;
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:18 - ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:19 - Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα· μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:20 - Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:21 - ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς· τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν· τὸν Βαραββᾶν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:22 - λέγει αὐτοῖς ὁ Πιλᾶτος· τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν; λέγουσιν πάντες· σταυρωθήτω.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:23 - ὁ δὲ ἔφη· τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· σταυρωθήτω.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:24 - Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου· ὑμεῖς ὄψεσθε.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:25 - καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν· τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 27:26 - τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.
  • ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 26:5 - ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 25:9 - Ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ;
  • ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 24:27 - Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον, θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπεν τὸν Παῦλον δεδεμένον.
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:39 - ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:40 - ἐκραύγασαν οὖν πάλιν λέγοντες· μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
逐节对照交叉引用