mrk 15:6 UGNT
逐节对照
交叉引用
  • Luke 23:16 - παιδεύσας οὖν αὐτὸν, ἀπολύσω.
  • Luke 23:17 - [Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.]
  • Luke 23:18 - ἀνέκραγον δὲ πανπληθεὶ λέγοντες, αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν!
  • Luke 23:19 - ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον, βληθεὶς ἐν τῇ φυλακῇ.
  • Luke 23:20 - πάλιν δὲ ὁ Πειλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
  • Luke 23:21 - οἱ δὲ ἐπεφώνουν λέγοντες, σταύρου, σταύρου αὐτόν.
  • Luke 23:22 - ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, τί γὰρ κακὸν ἐποίησεν οὗτος? οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. παιδεύσας οὖν αὐτὸν, ἀπολύσω.
  • Luke 23:23 - οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
  • Luke 23:24 - καὶ Πειλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
  • Luke 23:25 - ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν, ὃν ᾐτοῦντο; τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
  • Matthew 26:2 - οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
  • John 19:16 - τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. παρέλαβον δὲ τὸν Ἰησοῦν; ἀπήγαγον
  • Matthew 27:15 - κατὰ δὲ ἑορτὴν, εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον.
  • Matthew 27:16 - εἶχον δὲ τότε δέσμιον ἐπίσημον, λεγόμενον Βαραββᾶν.
  • Matthew 27:17 - συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πειλᾶτος, τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν, τὸν λεγόμενον Χριστόν?
  • Matthew 27:18 - ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
  • Matthew 27:19 - καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ’ ὄναρ δι’ αὐτόν.
  • Matthew 27:20 - οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν.
  • Matthew 27:21 - ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, τίνα θέλετε ἀπὸ τῶν δύο, ἀπολύσω ὑμῖν? οἱ δὲ εἶπον, τὸν Βαραββᾶν.
  • Matthew 27:22 - λέγει αὐτοῖς ὁ Πειλᾶτος, τί οὖν ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν? λέγουσιν πάντες, σταυρωθήτω.
  • Matthew 27:23 - ὁ δὲ ἔφη, τί γὰρ κακὸν ἐποίησεν? οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, σταυρωθήτω.
  • Matthew 27:24 - ἰδὼν δὲ ὁ Πειλᾶτος ὅτι οὐδὲν ὠφελεῖ, ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ, ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων, ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου; ὑμεῖς ὄψεσθε.
  • Matthew 27:25 - καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.
  • Matthew 27:26 - τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν; τὸν δὲ Ἰησοῦν φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ.
  • Matthew 26:5 - ἔλεγον δέ, μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
  • Acts 25:9 - ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπ’ ἐμοῦ?
  • Acts 24:27 - διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον; θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
  • John 18:39 - ἔστιν δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ Πάσχα; βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων?
  • John 18:40 - ἐκραύγασαν οὖν πάλιν λέγοντες, μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν! ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
逐节对照交叉引用