mrk 16:11 UGNT
逐节对照
交叉引用
  • Luke 24:23 - καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθαν λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
  • Luke 24:24 - καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως, καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
  • Luke 24:25 - καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ, τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται.
  • Luke 24:26 - οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ?
  • Luke 24:27 - καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ.
  • Luke 24:28 - καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι.
  • Luke 24:29 - καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν, καὶ κέκλικεν ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς;
  • Luke 24:30 - καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον, εὐλόγησεν καὶ κλάσας, ἐπεδίδου αὐτοῖς.
  • Luke 24:31 - αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ, καὶ ἐπέγνωσαν αὐτόν. καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν.
  • Luke 24:32 - καὶ εἶπαν πρὸς ἀλλήλους, οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς?
  • Luke 24:33 - καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς
  • Luke 24:34 - λέγοντας, ὅτι ὄντως ἠγέρθη ὁ Κύριος, καὶ ὤφθη Σίμωνι.
  • Luke 24:35 - καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
  • Mark 9:19 - ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει, ὦ γενεὰ ἄπιστος! ἕως πότε πρὸς ὑμᾶς ἔσομαι? ἕως πότε ἀνέξομαι ὑμῶν? φέρετε αὐτὸν πρός με.
  • Mark 16:13 - Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς; οὐδὲ ἐκείνοις ἐπίστευσαν.
  • Mark 16:14 - Ὕστερον δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον ἐκ νεκρῶν οὐκ ἐπίστευσαν.
  • Luke 24:11 - καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
逐节对照交叉引用