mrk 16:15 UGNT
逐节对照
交叉引用
  • Luke 2:31 - ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν,
  • Luke 2:32 - φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου, Ἰσραήλ.
  • Luke 14:21 - καὶ παραγενόμενος, ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς, ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς, καὶ ἀναπείρους, καὶ τυφλοὺς, καὶ χωλοὺς, εἰσάγαγε ὧδε.
  • Luke 14:22 - καὶ εἶπεν ὁ δοῦλος, Κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
  • Luke 14:23 - καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος;
  • Luke 2:10 - καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε; ἰδοὺ γὰρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ;
  • Luke 2:11 - ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστιν Χριστὸς, Κύριος, ἐν πόλει Δαυείδ.
  • Romans 10:18 - ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν? μενοῦνγε, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος αὐτῶν; καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης, τὰ ῥήματα αὐτῶν.
  • Revelation 14:6 - καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος, καὶ φυλὴν, καὶ γλῶσσαν, καὶ λαόν;
  • Ephesians 2:17 - καὶ ἐλθὼν, εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς;
  • Colossians 1:6 - τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ;
  • Matthew 10:5 - τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε;
  • Matthew 10:6 - πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
  • John 20:21 - εἶπεν οὖν αὐτοῖς πάλιν, εἰρήνη ὑμῖν; καθὼς ἀπέσταλκέν με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
  • Romans 16:26 - φανερωθέντος δὲ νῦν διά τε Γραφῶν προφητικῶν, κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος.
  • Colossians 1:23 - εἴ γε ἐπιμένετε τῇ πίστει, τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
  • John 15:16 - οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς; καὶ ἔθηκα ὑμᾶς, ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ; ἵνα ὅ τι ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.
  • Acts 1:8 - ἀλλὰ λήμψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μου μάρτυρες, ἔν τε Ἰερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.
  • Mark 13:10 - καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
  • Luke 24:47 - καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενοι ἀπὸ Ἰερουσαλήμ.
  • Luke 24:48 - ὑμεῖς μάρτυρες τούτων.
  • Matthew 28:19 - πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος;
逐节对照交叉引用