mrk 3:19 UGNT
逐节对照
交叉引用
  • Matthew 27:3 - τότε ἰδὼν Ἰούδας ὁ παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ πρεσβυτέροις
  • Matthew 27:4 - λέγων, ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπον, τί πρὸς ἡμᾶς? σὺ ὄψῃ.
  • Matthew 27:5 - καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο.
  • John 13:2 - καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν, ἵνα παραδοῖ αὐτὸν Ἰούδας, Σίμωνος Ἰσκαριώτης,
  • John 6:64 - ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες, οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
  • John 12:4 - λέγει δὲ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι,
  • John 12:5 - διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς?
  • John 12:6 - εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν.
  • Matthew 26:47 - καὶ ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
  • Acts 1:16 - ἄνδρες, ἀδελφοί, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυεὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν;
  • Acts 1:17 - ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.
  • Acts 1:18 - (οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος, ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
  • Acts 1:19 - καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, Ἁκελδαμάχ, τοῦτ’ ἔστιν, Χωρίον Αἵματος.)
  • Acts 1:20 - γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ; καί, τὴν ἐπισκοπὴν αὐτοῦ, λαβέτω ἕτερος.
  • Acts 1:21 - δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν, ἐν παντὶ χρόνῳ ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
  • Acts 1:22 - ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν, γενέσθαι ἕνα τούτων.
  • Acts 1:23 - καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
  • Acts 1:24 - καὶ προσευξάμενοι, εἶπαν, σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα,
  • Acts 1:25 - λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἀφ’ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
  • John 6:71 - ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου; οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.
  • Matthew 26:14 - τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης πρὸς τοὺς ἀρχιερεῖς
  • Matthew 26:15 - εἶπεν, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν? οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
  • Matthew 26:16 - καὶ ἀπὸ τότε, ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
  • John 13:26 - ἀποκρίνεται ὁ Ἰησοῦς, ἐκεῖνός ἐστιν ᾧ ἐγὼ, βάψας τὸ ψωμίον, ἐπιδώσω καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτη.
  • John 13:27 - καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, ὃ ποιεῖς, ποίησον τάχειον.
  • John 13:28 - τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ;
  • John 13:29 - τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν; ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.
  • John 13:30 - λαβὼν οὖν τὸ ψωμίον, ἐκεῖνος ἐξῆλθεν εὐθύς; ἦν δὲ νύξ.
逐节对照交叉引用