mrk 4:3 UGNT
逐节对照
交叉引用
  • Revelation 2:29 - ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
  • Hebrews 2:1 - διὰ τοῦτο, δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.
  • Hebrews 2:2 - εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,
  • Hebrews 2:3 - πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας? ἥτις ἀρχὴν λαβοῦσα, λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη;
  • Revelation 2:7 - ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι, δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ Παραδείσῳ τοῦ Θεοῦ.
  • Mark 4:9 - καὶ ἔλεγεν, ὃς ἔχει ὦτα ἀκούειν, ἀκουέτω.
  • James 2:5 - ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί: οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν?
  • Matthew 13:24 - ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν, ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
  • Acts 2:14 - σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς: ἄνδρες, Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
  • Revelation 2:11 - ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
  • Mark 7:14 - καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, ἀκούσατέ μου πάντες καὶ σύνετε:
  • Mark 7:15 - οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται κοινῶσαι αὐτόν; ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά, ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.
  • Mark 4:14 - ὁ σπείρων τὸν λόγον σπείρει.
  • Mark 4:23 - εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.
  • Matthew 13:3 - καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων, ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.
  • Luke 8:5 - ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
  • Luke 8:6 - καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
  • Luke 8:7 - καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συνφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
  • Luke 8:8 - καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
  • John 4:35 - οὐχ ὑμεῖς λέγετε, ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται? ἰδοὺ, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη.
  • John 4:36 - ὁ θερίζων μισθὸν, λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
  • John 4:37 - ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων.
  • John 4:38 - ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε; ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
  • 1 Corinthians 3:6 - ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ Θεὸς ηὔξανεν.
  • 1 Corinthians 3:7 - ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι, οὔτε ὁ ποτίζων, ἀλλ’ ὁ αὐξάνων, Θεός.
  • 1 Corinthians 3:8 - ὁ φυτεύων δὲ, καὶ ὁ ποτίζων, ἕν εἰσιν; ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται, κατὰ τὸν ἴδιον κόπον.
  • 1 Corinthians 3:9 - Θεοῦ γάρ ἐσμεν συνεργοί; Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
  • Mark 4:26 - καὶ ἔλεγεν, οὕτως ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ: ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
  • Mark 4:27 - καὶ καθεύδῃ καὶ ἐγείρηται, νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται— ὡς οὐκ οἶδεν αὐτός.
  • Mark 4:28 - αὐτομάτη ἡ γῆ καρποφορεῖ: πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ.
  • Mark 4:29 - ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
  • Matthew 13:26 - ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
逐节对照交叉引用