mrk 6:1 UGNT
逐节对照
交叉引用
  • Matthew 13:4 - καὶ ἐν τῷ σπείρειν αὐτὸν, ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά.
  • Matthew 2:23 - καὶ ἐλθὼν, κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ; ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.
  • Matthew 13:54 - καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν, πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις?
  • Matthew 13:55 - οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός? οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰάκωβος, καὶ Ἰωσὴφ, καὶ Σίμων, καὶ Ἰούδας?
  • Matthew 13:56 - καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν? πόθεν οὖν τούτῳ ταῦτα πάντα?
  • Matthew 13:57 - καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
  • Matthew 13:58 - καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, διὰ τὴν ἀπιστίαν αὐτῶν.
  • Luke 4:16 - καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος; καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
  • Luke 4:17 - καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου, καὶ ἀναπτύξας τὸ βιβλίον, εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον,
  • Luke 4:18 - Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς; ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
  • Luke 4:19 - κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν.
  • Luke 4:20 - καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισεν καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
  • Luke 4:21 - ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς, ὅτι σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
  • Luke 4:22 - καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ; καὶ ἔλεγον, οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος?
  • Luke 4:23 - καὶ εἶπεν πρὸς αὐτούς, πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, ἰατρέ, θεράπευσον σεαυτόν; ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
  • Luke 4:24 - εἶπεν δέ, ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
  • Luke 4:25 - ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλείου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν;
  • Luke 4:26 - καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλείας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας, πρὸς γυναῖκα χήραν.
  • Luke 4:27 - καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ, ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.
  • Luke 4:28 - καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα;
  • Luke 4:29 - καὶ ἀναστάντες, ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν;
  • Luke 4:30 - αὐτὸς δὲ, διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο.
逐节对照交叉引用