mrk 6:51 UGNT
逐节对照
交叉引用
  • Matthew 8:26 - καὶ λέγει αὐτοῖς, τί δειλοί ἐστε, ὀλιγόπιστοι? τότε ἐγερθεὶς, ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
  • Matthew 8:27 - οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν?
  • Matthew 14:28 - ἀποκριθεὶς δὲ αὐτῷ, ὁ Πέτρος εἶπεν, Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα.
  • Matthew 14:29 - ὁ δὲ εἶπεν, ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου, Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν.
  • Matthew 14:30 - βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξεν λέγων, Κύριε, σῶσόν με.
  • Matthew 14:31 - εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, ὀλιγόπιστε, εἰς τί ἐδίστασας?
  • Matthew 14:32 - καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος.
  • Luke 8:24 - προσελθόντες δὲ, διήγειραν αὐτὸν λέγοντες, Ἐπιστάτα, Ἐπιστάτα, ἀπολλύμεθα! ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ τῷ κλύδωνι, τοῦ ὕδατος, καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη.
  • Luke 8:25 - εἶπεν δὲ αὐτοῖς, ποῦ ἡ πίστις ὑμῶν? φοβηθέντες δὲ, ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους, τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ?
  • John 6:21 - ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
  • Mark 5:42 - καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ.
  • Mark 1:27 - καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συνζητεῖν πρὸς αὐτοὺς λέγοντας, τί ἐστιν τοῦτο? διδαχὴ καινή κατ’ ἐξουσίαν! καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ!
  • Mark 2:12 - καὶ ἠγέρθη, καὶ εὐθὺς ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεὸν λέγοντας, ὅτι οὕτως οὐδέποτε εἴδομεν.
  • Mark 4:41 - καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ?
  • Mark 6:32 - καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν.
  • Mark 7:37 - καὶ ὑπέρπερισσῶς ἐξεπλήσσοντο λέγοντες, καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ ἀλάλους λαλεῖν.
  • Mark 4:39 - καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
逐节对照交叉引用