mrk 7:1 UGNT
逐节对照
交叉引用
  • Luke 11:53 - κἀκεῖθεν ἐξελθόντος αὐτοῦ, ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν, καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων,
  • Luke 11:54 - ἐνεδρεύοντες αὐτὸν θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ.
  • Luke 5:17 - καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας, καὶ Ἰουδαίας, καὶ Ἰερουσαλήμ. καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτόν.
  • Matthew 15:1 - τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων, Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες,
  • Matthew 15:2 - διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων? οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν.
  • Matthew 15:3 - ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν?
  • Matthew 15:4 - ὁ γὰρ Θεὸς ἐνετείλατο λέγων, τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί, ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.
  • Matthew 15:5 - ὑμεῖς δὲ λέγετε, ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
  • Matthew 15:6 - οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ. καὶ ἠκυρώσατε τὸν λόγον τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
  • Matthew 15:7 - ὑποκριταί! καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων,
  • Matthew 15:8 - ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ; ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ;
  • Matthew 15:9 - μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
  • Matthew 15:10 - καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, ἀκούετε καὶ συνίετε!
  • Matthew 15:11 - οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
  • Matthew 15:12 - τότε προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν?
  • Matthew 15:13 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
  • Matthew 15:14 - ἄφετε αὐτούς; ὁδηγοί εἰσιν τυφλοί τυφλὸς, δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
  • Matthew 15:15 - ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, φράσον ἡμῖν τὴν παραβολήν.
  • Matthew 15:16 - ὁ δὲ εἶπεν, ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε?
  • Matthew 15:17 - οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται?
  • Matthew 15:18 - τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
  • Matthew 15:19 - ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
  • Matthew 15:20 - ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον; τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν, οὐ κοινοῖ τὸν ἄνθρωπον.
  • Mark 3:22 - καὶ οἱ γραμματεῖς, οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον, ὅτι Βεελζεβοὺλ ἔχει; καὶ, ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.
逐节对照交叉引用