mrk 8:8 UGNT
逐节对照
交叉引用
  • John 6:32 - εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
  • John 6:33 - ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
  • John 6:34 - εἶπον οὖν πρὸς αὐτόν, κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.
  • John 6:35 - εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς; ὁ ἐρχόμενος πρὸς ἐμὲ, οὐ μὴ πεινάσῃ; καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε.
  • Revelation 7:16 - οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ’ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα,
  • Revelation 7:17 - ὅτι τὸ Ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
  • John 6:27 - ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὑμῖν δώσει; τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός.
  • Luke 1:53 - πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
  • John 6:47 - ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.
  • John 6:48 - ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
  • John 6:49 - οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον.
  • John 6:50 - οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ.
  • John 6:51 - ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς; ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα; καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.
  • John 6:52 - ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν?
  • John 6:53 - εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς, ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
  • John 6:54 - ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
  • John 6:55 - ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστι πόσις.
  • John 6:56 - ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
  • John 6:57 - καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει δι’ ἐμέ.
  • John 6:58 - οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον; ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.
  • Mark 8:19 - ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε? λέγουσιν αὐτῷ, δώδεκα.
  • Mark 8:20 - ὅτε καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε? καὶ λέγουσιν αὐτῷ, ἑπτά.
  • Matthew 16:10 - οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων, καὶ πόσας σπυρίδας ἐλάβετε?
  • John 6:11 - ἔλαβεν οὖν τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκεν τοῖς ἀνακειμένοις; ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων, ὅσον ἤθελον.
  • John 6:12 - ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.
  • John 6:13 - συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
逐节对照交叉引用