mrk 9:23 UGNT
逐节对照
交叉引用
  • Acts 14:9 - οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦντος, ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
  • John 4:48 - εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
  • John 4:49 - λέγει πρὸς αὐτὸν ὁ βασιλικός, κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
  • John 4:50 - λέγει αὐτῷ ὁ Ἰησοῦς, πορεύου, ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.
  • Hebrews 11:6 - χωρὶς δὲ πίστεως, ἀδύνατον εὐαρεστῆσαι; πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν, μισθαποδότης γίνεται.
  • Matthew 21:21 - ἀποκριθεὶς δὲ, ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, ἀμὴν, λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται.
  • Matthew 21:22 - καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήμψεσθε.
  • Luke 17:6 - εἶπεν δὲ ὁ Κύριος, εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ, καὶ ὑπήκουσεν ἂν ὑμῖν.
  • Mark 11:23 - ἀμὴν, λέγω ὑμῖν, ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.
  • Matthew 17:20 - ὁ δὲ λέγει αὐτοῖς, διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν. ἀμὴν, γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
  • John 11:40 - λέγει αὐτῇ ὁ Ἰησοῦς, οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ?
逐节对照交叉引用