mrk 9:34 UGNT
逐节对照
交叉引用
  • Romans 12:10 - τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι; τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
  • Matthew 20:21 - ὁ δὲ εἶπεν αὐτῇ, τί θέλεις? λέγει αὐτῷ, εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
  • Matthew 20:22 - ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν? λέγουσιν αὐτῷ, δυνάμεθα.
  • Matthew 20:23 - λέγει αὐτοῖς, τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.
  • Matthew 20:24 - καὶ ἀκούσαντες, οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
  • Matthew 18:1 - ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν?
  • Matthew 18:2 - καὶ προσκαλεσάμενος παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
  • Matthew 18:3 - καὶ εἶπεν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν.
  • Matthew 18:4 - ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ Βασιλεία τῶν Οὐρανῶν;
  • Matthew 18:5 - καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
  • 1 Peter 5:3 - μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου.
  • Mark 9:50 - καλὸν τὸ ἅλας, ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε? ἔχετε ἐν ἑαυτοῖς ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
  • Luke 22:24 - ἐγένετο δὲ καὶ φιλονικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
  • Luke 22:25 - ὁ δὲ εἶπεν αὐτοῖς, οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν, εὐεργέται, καλοῦνται.
  • Luke 22:26 - ὑμεῖς δὲ οὐχ οὕτως; ἀλλ’ ὁ μείζων ἐν ὑμῖν, γενέσθω ὡς ὁ νεώτερος; καὶ ὁ ἡγούμενος, ὡς ὁ διακονῶν.
  • Luke 22:27 - τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν? οὐχὶ ὁ ἀνακείμενος? ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
  • Luke 22:28 - ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ, ἐν τοῖς πειρασμοῖς μου.
  • Luke 22:29 - κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν;
  • Luke 22:30 - ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου καὶ καθῆσθε ἐπὶ θρόνων, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.
  • Luke 9:46 - εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
  • Luke 9:47 - ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον, ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ,
  • Luke 9:48 - καὶ εἶπεν αὐτοῖς, ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται; καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστιν μέγας.
  • Philippians 2:3 - μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
  • Philippians 2:4 - μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
  • Philippians 2:5 - τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ;
  • Philippians 2:6 - ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,
  • Philippians 2:7 - ἀλλὰ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,
  • 3 John 1:9 - ἔγραψά τι τῇ ἐκκλησίᾳ, ἀλλ’ ὁ φιλοπρωτεύων αὐτῶν, Διοτρέφης, οὐκ ἐπιδέχεται ἡμᾶς.
逐节对照交叉引用