php 4:2 NA28
逐节对照
交叉引用
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 3:17 - ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος.
  • ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ 3:18 - καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
  • ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:16 - πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν.
  • ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Αʹ 5:13 - καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:1 - Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:2 - μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:3 - σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:4 - Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:5 - εἷς κύριος, μία πίστις, ἓν βάπτισμα,
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:6 - εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:7 - Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:8 - διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:16 - τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:17 - μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων·
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:18 - εἰ δυνατὸν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες·
  • ΚΑΤΑ ΜΑΡΚΟΝ 9:50 - καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλα καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.
  • ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:2 - πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
  • ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 2:3 - μηδὲν κατ’ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 3:8 - Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες,
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 3:9 - μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 3:10 - ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον,
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Αʹ 3:11 - ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 1:10 - Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
  • ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:14 - Εἰρήνην διώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον,
逐节对照交叉引用