rev 1:19 UGNT
逐节对照
交叉引用
  • Revelation 4:1 - μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ, θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ’ ἐμοῦ λέγων, ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
  • Revelation 4:2 - εὐθέως ἐγενόμην ἐν Πνεύματι, καὶ ἰδοὺ, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
  • Revelation 4:3 - καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ, ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ.
  • Revelation 4:4 - καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους, εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
  • Revelation 4:5 - καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ, καὶ φωναὶ, καὶ βρονταί. καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ;
  • Revelation 4:6 - καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου, τέσσαρα ζῷα, γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
  • Revelation 4:7 - καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχων τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
  • Revelation 4:8 - καὶ τὰ τέσσερα ζῷα, ἓν καθ’ ἓν αὐτῶν, ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν; καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες, Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος ὁ Θεός ὁ Παντοκράτωρ, ὁ ἦν, καὶ ὁ ὢν, καὶ ὁ ἐρχόμενος.
  • Revelation 4:9 - καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν, καὶ τιμὴν, καὶ εὐχαριστίαν, τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
  • Revelation 4:10 - πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες,
  • Revelation 4:11 - ἄξιος εἶ, ὁ Κύριος καὶ ὁ Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν, καὶ ἐκτίσθησαν.
逐节对照交叉引用