rev 16:16 UGNT
逐节对照
交叉引用
  • Acts 26:14 - πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν, λέγουσαν πρός με τῇ Ἑβραΐδι διαλέκτῳ, Σαοὺλ, Σαούλ, τί με διώκεις? σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
  • John 19:17 - καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν, ἐξῆλθεν εἰς τὸν λεγόμενον, Κρανίου Τόπον, ὃ λέγεται Ἑβραϊστὶ, Γολγοθᾶ;
  • John 19:13 - ὁ οὖν Πειλᾶτος, ἀκούσας τῶν λόγων τούτων, ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ, Γαββαθᾶ.
  • John 5:2 - ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ Προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ, Βηθζαθά, πέντε στοὰς ἔχουσα.
  • Revelation 17:14 - οὗτοι μετὰ τοῦ Ἀρνίου πολεμήσουσιν, καὶ τὸ Ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶν καὶ Βασιλεὺς βασιλέων, καὶ οἱ μετ’ αὐτοῦ, κλητοὶ, καὶ ἐκλεκτοὶ, καὶ πιστοί.
  • Revelation 19:17 - καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν ἐν φωνῇ μεγάλῃ, λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις ἐν μεσουρανήματι, δεῦτε, συνάχθητε εἰς τὸ δεῖπνον τὸ μέγα τοῦ Θεοῦ,
  • Revelation 19:18 - ἵνα φάγητε σάρκας βασιλέων, καὶ σάρκας χιλιάρχων, καὶ σάρκας ἰσχυρῶν, καὶ σάρκας ἵππων, καὶ τῶν καθημένων ἐπ’ αὐτούς, καὶ σάρκας πάντων, ἐλευθέρων τε καὶ δούλων, καὶ μικρῶν καὶ μεγάλων.
  • Revelation 19:19 - καὶ εἶδον τὸ θηρίον, καὶ τοὺς βασιλεῖς τῆς γῆς, καὶ τὰ στρατεύματα αὐτῶν, συνηγμένα ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.
  • Revelation 19:20 - καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης, ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς, τῆς καιομένης ἐν θείῳ.
  • Revelation 19:21 - καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.
  • Revelation 9:11 - ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα, τὸν ἄγγελον τῆς Ἀβύσσου; ὄνομα αὐτῷ Ἑβραϊστὶ, Ἀβαδδών, καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει, Ἀπολλύων.
逐节对照交叉引用