rom 10:17 UGNT
逐节对照
交叉引用
  • Colossians 1:4 - ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους,
  • Colossians 1:5 - διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας, τοῦ εὐαγγελίου,
  • Colossians 1:6 - τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ;
  • Luke 16:29 - λέγει δὲ Ἀβραάμ, ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας; ἀκουσάτωσαν αὐτῶν.
  • Luke 16:30 - ὁ δὲ εἶπεν, οὐχί, Πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς, μετανοήσουσιν.
  • Luke 16:31 - εἶπεν δὲ αὐτῷ, εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδ’ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πεισθήσονται.
  • Revelation 1:9 - ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν, καὶ συνκοινωνὸς ἐν τῇ θλίψει, καὶ βασιλείᾳ, καὶ ὑπομονῇ, ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
  • Romans 10:14 - πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν? πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν? πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος?
  • 1 Corinthians 1:18 - ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν; τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν.
  • 1 Corinthians 1:19 - γέγραπται γάρ, ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.
  • 1 Corinthians 1:20 - ποῦ σοφός? ποῦ γραμματεύς? ποῦ συνζητητὴς τοῦ αἰῶνος τούτου? οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου?
  • 1 Corinthians 1:21 - ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος, σῶσαι τοὺς πιστεύοντας.
  • 1 Corinthians 1:22 - ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν;
  • 1 Corinthians 1:23 - ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν;
  • 1 Corinthians 1:24 - αὐτοῖς δὲ, τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν Θεοῦ δύναμιν, καὶ Θεοῦ σοφίαν.
  • Luke 8:11 - ἔστιν δὲ αὕτη ἡ παραβολή: ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ.
  • Hebrews 4:12 - ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος, ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.
  • Hebrews 4:13 - καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ; πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.
  • 2 Corinthians 2:17 - οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινείας, ἀλλ’ ὡς ἐκ Θεοῦ, κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
  • James 1:18 - βουληθεὶς, ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
  • James 1:19 - ἴστε, ἀδελφοί μου ἀγαπητοί. ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν;
  • James 1:20 - ὀργὴ γὰρ ἀνδρὸς, δικαιοσύνην Θεοῦ οὐκ ἐργάζεται.
  • James 1:21 - διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας, ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
  • Luke 8:21 - ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, μήτηρ μου καὶ ἀδελφοί μου, οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες.
  • 2 Thessalonians 2:13 - ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ Θεὸς, ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας;
  • 2 Thessalonians 2:14 - εἰς ὃ ἐκάλεσεν ὑμᾶς, διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ.
  • Luke 11:28 - αὐτὸς δὲ εἶπεν, μενοῦν, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες.
  • Mark 4:24 - καὶ ἔλεγεν αὐτοῖς, βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν.
  • Romans 1:16 - οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
  • 1 Thessalonians 2:13 - καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθὼς ἀληθῶς ἐστὶν, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.
  • Colossians 3:16 - ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ἐν τῇ χάριτι, ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ.
  • Galatians 3:5 - ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως?
  • Galatians 3:2 - τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν: ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως?
逐节对照交叉引用