rom 10:2 UGNT
逐节对照
交叉引用
  • John 16:2 - ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς; ἀλλ’ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
  • Acts 21:28 - κράζοντες, ἄνδρες, Ἰσραηλεῖται, βοηθεῖτε! οὗτός ἐστιν ὁ ἄνθρωπος, ὁ κατὰ τοῦ λαοῦ, καὶ τοῦ νόμου, καὶ τοῦ τόπου τούτου, πάντας πανταχῇ διδάσκων; ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
  • Galatians 4:15 - ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν? μαρτυρῶ γὰρ ὑμῖν, ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες, ἐδώκατέ μοι.
  • Colossians 4:13 - μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει πολὺν πόνον ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικίᾳ, καὶ τῶν ἐν Ἱεραπόλει.
  • Acts 22:22 - ἤκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν λέγοντες, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον; οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν!
  • 2 Corinthians 4:6 - ὅτι ὁ Θεὸς ὁ εἰπών, ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.
  • Galatians 1:14 - καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
  • Acts 22:3 - ἐγώ εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιήλ, πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον;
  • 2 Corinthians 8:3 - ὅτι κατὰ δύναμιν μαρτυρῶ, καὶ παρὰ δύναμιν, αὐθαίρετοι
  • Galatians 4:17 - ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
  • Galatians 4:18 - καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς.
  • Acts 26:9 - ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι.
  • Acts 26:10 - ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις; καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν, κατήνεγκα ψῆφον.
  • 2 Corinthians 4:4 - ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ.
  • Philippians 3:6 - κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
  • Romans 10:3 - ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
  • Romans 9:31 - Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν.
  • Romans 9:32 - διὰ τί? ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων. προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
  • Philippians 1:9 - καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
  • Acts 21:20 - οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεόν; εἶπόν τε αὐτῷ, θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν.
逐节对照交叉引用