rom 11:21 NA28
逐节对照
交叉引用
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:17 - Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 11:19 - ἐρεῖς οὖν· ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:1 - Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:2 - καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:3 - καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:4 - καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:5 - Ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:6 - Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:7 - μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν καὶ ἀνέστησαν παίζειν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:8 - μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:9 - μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθώς τινες αὐτῶν ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:10 - μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:11 - ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:12 - Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.
  • ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ 1:5 - Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ πάντα ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 8:32 - ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ 2:4 - Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ 2:5 - καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλ’ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ 2:6 - καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικὼς
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ 2:7 - καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο·
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ 2:8 - βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν.
  • ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Βʹ 2:9 - οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
逐节对照交叉引用