rom 11:21 UGNT
逐节对照
交叉引用
  • Romans 11:17 - εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συνκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
  • Romans 11:19 - ἐρεῖς οὖν, ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐνκεντρισθῶ.
  • 1 Corinthians 10:1 - οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
  • 1 Corinthians 10:2 - καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ, καὶ ἐν τῇ θαλάσσῃ,
  • 1 Corinthians 10:3 - καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον,
  • 1 Corinthians 10:4 - καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα; ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
  • 1 Corinthians 10:5 - ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεός; κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
  • 1 Corinthians 10:6 - ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
  • 1 Corinthians 10:7 - μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν; ὥσπερ γέγραπται, ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.
  • 1 Corinthians 10:8 - μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
  • 1 Corinthians 10:9 - μηδὲ ἐκπειράζωμεν τὸν Κύριον, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.
  • 1 Corinthians 10:10 - μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
  • 1 Corinthians 10:11 - ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.
  • 1 Corinthians 10:12 - ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.
  • Jude 1:5 - ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ πάντα, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
  • Romans 8:32 - ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ, τὰ πάντα ἡμῖν χαρίσεται?
  • 2 Peter 2:4 - εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειροῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν τηρουμένους;
  • 2 Peter 2:5 - καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον, Νῶε, δικαιοσύνης κήρυκα ἐφύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας;
  • 2 Peter 2:6 - καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβέσιν τεθεικώς;
  • 2 Peter 2:7 - καὶ δίκαιον Λὼτ, καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρύσατο
  • 2 Peter 2:8 - (βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐνκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας, ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν);
  • 2 Peter 2:9 - οἶδεν Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
逐节对照交叉引用