rom 12:15 UGNT
逐节对照
交叉引用
  • Philippians 2:28 - σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν, χαρῆτε κἀγὼ ἀλυπότερος ὦ.
  • Philippians 2:26 - ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
  • Acts 11:23 - ὃς παραγενόμενος, καὶ ἰδὼν τὴν χάριν τὴν τοῦ Θεοῦ, ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας, προσμένειν τῷ Κυρίῳ,
  • John 11:19 - πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ, ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
  • 2 Corinthians 11:29 - τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ? τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι?
  • 2 Corinthians 2:3 - καὶ ἔγραψα τοῦτο αὐτὸ, ἵνα μὴ ἐλθὼν, λύπην σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν; πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
  • Luke 15:5 - καὶ εὑρὼν, ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων.
  • Luke 15:6 - καὶ ἐλθὼν εἰς τὸν οἶκον, συνκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, συνχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός!
  • Luke 15:7 - λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
  • Luke 15:8 - ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς, ἕως οὗ εὕρῃ?
  • Luke 15:9 - καὶ εὑροῦσα, συνκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα, συνχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.
  • Luke 15:10 - οὕτως λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
  • Luke 1:58 - καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς, ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
  • John 11:33 - Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν.
  • John 11:34 - καὶ εἶπεν, ποῦ τεθείκατε αὐτόν? λέγουσιν αὐτῷ, Κύριε, ἔρχου καὶ ἴδε.
  • John 11:35 - ἐδάκρυσεν ὁ Ἰησοῦς.
  • John 11:36 - ἔλεγον οὖν οἱ Ἰουδαῖοι, ἴδε, πῶς ἐφίλει αὐτόν!
  • Philippians 2:17 - ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συνχαίρω πᾶσιν ὑμῖν.
  • Philippians 2:18 - τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συνχαίρετέ μοι.
  • Hebrews 13:3 - μιμνῄσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
  • 1 Corinthians 12:26 - καὶ εἴτε πάσχει ἓν μέλος, συνπάσχει πάντα τὰ μέλη; εἴτε δοξάζεται μέλος, συνχαίρει πάντα τὰ μέλη.
逐节对照交叉引用