rom 12:5 NA28
逐节对照
交叉引用
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:23 - ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος·
  • ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 1:24 - Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 1:23 - ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:30 - ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:27 - Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:28 - Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:33 - καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:12 - Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός·
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:13 - καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν πνεῦμα ἐποτίσθημεν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:14 - Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά.
  • ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 12:4 - καθάπερ γὰρ ἐν ἑνὶ σώματι πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
  • ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2:19 - καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
  • ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 4:25 - Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 10:17 - ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
  • ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Αʹ 12:20 - νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
逐节对照交叉引用