rom 12:5 UGNT
逐节对照
交叉引用
  • Ephesians 5:23 - ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς Σωτὴρ τοῦ σώματος.
  • Colossians 1:24 - νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία;
  • Ephesians 1:23 - ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.
  • Ephesians 5:30 - ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
  • 1 Corinthians 12:27 - ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
  • 1 Corinthians 12:28 - καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
  • 1 Corinthians 10:33 - καθὼς κἀγὼ πάντα, πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.
  • 1 Corinthians 12:12 - καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ Χριστός.
  • 1 Corinthians 12:13 - καὶ γὰρ ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.
  • 1 Corinthians 12:14 - καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.
  • Romans 12:4 - καθάπερ γὰρ ἐν ἑνὶ σώματι, πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
  • Colossians 2:19 - καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
  • Ephesians 4:25 - διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
  • 1 Corinthians 10:17 - ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν; οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
  • 1 Corinthians 12:20 - νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
逐节对照交叉引用