rom 14:1 UGNT
逐节对照
交叉引用
  • Philippians 2:29 - προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
  • John 13:20 - ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει; ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
  • Matthew 10:40 - ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται; καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
  • Matthew 10:41 - ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήμψεται; καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήμψεται.
  • Matthew 10:42 - καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ, μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν, λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
  • Luke 17:2 - λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
  • Romans 4:19 - καὶ μὴ ἀσθενήσας τῇ πίστει, κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας;
  • Matthew 14:31 - εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, ὀλιγόπιστε, εἰς τί ἐδίστασας?
  • Matthew 18:10 - ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων; λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς, διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς.
  • Matthew 12:20 - κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
  • Matthew 18:5 - καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
  • Matthew 18:6 - ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
  • 1 Corinthians 3:1 - κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ.
  • 1 Corinthians 3:2 - γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα; οὔπω γὰρ ἐδύνασθε. ἀλλ’ οὐδὲ νῦν δύνασθε;
  • Romans 14:21 - καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ.
  • 1 Corinthians 8:7 - ἀλλ’ οὐκ ἐν πᾶσιν ἡ γνῶσις; τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου, ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
  • 1 Corinthians 8:8 - βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ Θεῷ; οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα; οὔτε ἐὰν φάγωμεν, περισσεύομεν.
  • 1 Corinthians 8:9 - βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμῶν αὕτη, πρόσκομμα γένηται τοῖς ἀσθενέσιν.
  • 1 Corinthians 8:10 - ἐὰν γάρ τις ἴδῃ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται, εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν?
  • 1 Corinthians 8:11 - ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ὁ ἀδελφὸς, δι’ ὃν Χριστὸς ἀπέθανεν.
  • 1 Corinthians 8:12 - οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.
  • 1 Corinthians 8:13 - διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
  • 1 Corinthians 9:22 - ἐγενόμην τοῖς ἀσθενέσιν, ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. τοῖς πᾶσιν γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
  • Romans 15:7 - διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ Θεοῦ.
  • Romans 15:1 - ὀφείλομεν δὲ ἡμεῖς, οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.
逐节对照交叉引用