rom 14:12 UGNT
逐节对照
交叉引用
  • Matthew 18:23 - διὰ τοῦτο ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
  • Matthew 18:24 - ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη εἷς αὐτῷ ὀφειλέτης μυρίων ταλάντων.
  • Matthew 18:25 - μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι.
  • Matthew 18:26 - πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων, Κύριε, μακροθύμησον ἐπ’ ἐμοί, καὶ πάντα ἀποδώσω σοι.
  • Matthew 18:27 - σπλαγχνισθεὶς δὲ, ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνιον ἀφῆκεν αὐτῷ.
  • Matthew 18:28 - ἐξελθὼν δὲ, ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων, ἀπόδος εἴ τι ὀφείλεις.
  • Matthew 18:29 - πεσὼν οὖν, ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων, μακροθύμησον ἐπ’ ἐμοί, καὶ ἀποδώσω σοι.
  • Matthew 18:30 - ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν, ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
  • Matthew 18:31 - ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα, ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα.
  • Matthew 18:32 - τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με.
  • Matthew 18:33 - οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα?
  • Matthew 18:34 - καὶ ὀργισθεὶς, ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.
  • Matthew 18:35 - οὕτως καὶ ὁ Πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.
  • Galatians 6:5 - ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
  • Luke 16:2 - καὶ φωνήσας αὐτὸν, εἶπεν αὐτῷ, τί τοῦτο ἀκούω περὶ σοῦ? ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου; οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
  • Matthew 16:27 - μέλλει γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
  • Matthew 12:36 - λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
  • 1 Peter 4:5 - οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς.
逐节对照交叉引用