rom 15:17 UGNT
逐节对照
交叉引用
  • Romans 4:2 - εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς Θεόν.
  • 2 Corinthians 7:4 - πολλή μοι παρρησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν; πεπλήρωμαι τῇ παρακλήσει; ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν.
  • 2 Corinthians 11:16 - πάλιν λέγω, μή τὶς με δόξῃ ἄφρονα εἶναι; εἰ δὲ μή γε κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
  • 2 Corinthians 11:17 - ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
  • 2 Corinthians 11:18 - ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.
  • 2 Corinthians 11:19 - ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων, φρόνιμοι ὄντες!
  • 2 Corinthians 11:20 - ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.
  • 2 Corinthians 11:21 - κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν! ἐν ᾧ δ’ ἄν τις τολμᾷ (ἐν ἀφροσύνῃ λέγω), τολμῶ κἀγώ.
  • 2 Corinthians 11:22 - Ἑβραῖοί εἰσιν? κἀγώ. Ἰσραηλεῖταί εἰσιν? κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν? κἀγώ.
  • 2 Corinthians 11:23 - διάκονοι Χριστοῦ εἰσιν? (παραφρονῶν λαλῶ), ὑπὲρ ἐγώ: ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις.
  • 2 Corinthians 11:24 - ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,
  • 2 Corinthians 11:25 - τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα;
  • 2 Corinthians 11:26 - ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις;
  • 2 Corinthians 11:27 - κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι;
  • 2 Corinthians 11:28 - χωρὶς τῶν παρεκτὸς, ἡ ἐπίστασίς μοι ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
  • 2 Corinthians 11:29 - τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ? τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι?
  • 2 Corinthians 11:30 - εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας καυχήσομαι.
  • 2 Corinthians 12:1 - καυχᾶσθαι δεῖ, οὐ συμφέρον μέν; ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
  • 2 Corinthians 3:4 - πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν.
  • 2 Corinthians 3:5 - οὐχ ὅτι ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ,
  • 2 Corinthians 3:6 - ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύματος; τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ Πνεῦμα ζῳοποιεῖ.
  • 2 Corinthians 12:11 - γέγονα ἄφρων; ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπέρλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
  • 2 Corinthians 12:12 - τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ— σημείοις τε, καὶ τέρασιν, καὶ δυνάμεσιν.
  • 2 Corinthians 12:13 - τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν? χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην!
  • 2 Corinthians 12:14 - ἰδοὺ, τρίτον τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω; οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς; οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις.
  • 2 Corinthians 12:15 - ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. εἰ περισσοτέρως ὑμᾶς ἀγαπῶν, ἧσσον ἀγαπῶμαι?
  • 2 Corinthians 12:16 - ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς; ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ, ὑμᾶς ἔλαβον.
  • 2 Corinthians 12:17 - μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς?
  • 2 Corinthians 12:18 - παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν. μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος? οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν οὐ τοῖς αὐτοῖς ἴχνεσιν?
  • 2 Corinthians 12:19 - πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα? κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
  • 2 Corinthians 12:20 - φοβοῦμαι γὰρ, μή πως ἐλθὼν οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε; μή πως ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι;
  • 2 Corinthians 12:21 - μὴ πάλιν ἐλθόντος μου, ταπεινώσῃ με ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ, καὶ πορνείᾳ, καὶ ἀσελγείᾳ, ᾗ ἔπραξαν.
  • Hebrews 2:17 - ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ;
  • 2 Corinthians 2:14 - τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ, φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ.
  • 2 Corinthians 2:15 - ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις;
  • 2 Corinthians 2:16 - οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός?
  • Hebrews 5:1 - πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν;
  • Philippians 3:3 - ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,
逐节对照交叉引用