rom 2:23 UGNT
逐节对照
交叉引用
  • Luke 10:26 - ὁ δὲ εἶπεν πρὸς αὐτόν, ἐν τῷ νόμῳ τί γέγραπται? πῶς ἀναγινώσκεις?
  • Luke 10:27 - ὁ δὲ ἀποκριθεὶς εἶπεν, ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης καρδίας σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου; καὶ, τὸν πλησίον σου ὡς σεαυτόν.
  • Luke 10:28 - εἶπεν δὲ αὐτῷ, ὀρθῶς ἀπεκρίθης. τοῦτο ποίει, καὶ ζήσῃ.
  • Luke 10:29 - ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν, εἶπεν πρὸς τὸν Ἰησοῦν, καὶ τίς ἐστίν μου πλησίον?
  • Luke 18:11 - ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο, ὁ Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης;
  • John 9:28 - καὶ ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπαν, σὺ μαθητὴς εἶ ἐκείνου; ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
  • John 9:29 - ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός; τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
  • Matthew 19:17 - ὁ δὲ εἶπεν αὐτῷ, τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ? εἷς ἐστιν ὁ ἀγαθός. εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς.
  • Matthew 19:18 - λέγει αὐτῷ, ποίας? ὁ δὲ Ἰησοῦς εἶπεν, τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,
  • Matthew 19:19 - τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
  • Matthew 19:20 - λέγει αὐτῷ ὁ νεανίσκος, πάντα ταῦτα ἐφύλαξα; τί ἔτι ὑστερῶ?
  • James 1:22 - γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς.
  • James 1:23 - ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν, καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ.
  • James 1:24 - κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
  • James 1:25 - ὁ δὲ παρακύψας εἰς νόμον τέλειον, τὸν τῆς ἐλευθερίας, καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
  • James 1:26 - εἴ τις δοκεῖ θρησκὸς εἶναι, μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ, ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.
  • James 1:27 - θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ Θεῷ καὶ Πατρί αὕτη ἐστίν: ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
  • James 4:16 - νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονίαις ὑμῶν. πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
  • James 4:17 - εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
  • Romans 9:4 - οἵτινές εἰσιν Ἰσραηλεῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι;
  • Romans 3:2 - πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.
  • John 5:45 - μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.
  • Romans 2:17 - εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ,
逐节对照交叉引用