rom 4:4 UGNT
逐节对照
交叉引用
  • Romans 9:32 - διὰ τί? ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων. προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος,
  • Matthew 20:1 - ὁμοία γάρ ἐστιν ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ, οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
  • Matthew 20:2 - συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
  • Matthew 20:3 - καὶ ἐξελθὼν περὶ τρίτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς;
  • Matthew 20:4 - καὶ ἐκείνοις εἶπεν, ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν.
  • Matthew 20:5 - οἱ δὲ ἀπῆλθον. πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως.
  • Matthew 20:6 - περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς, τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί?
  • Matthew 20:7 - λέγουσιν αὐτῷ, ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς, ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.
  • Matthew 20:8 - ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
  • Matthew 20:9 - καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, ἔλαβον ἀνὰ δηνάριον.
  • Matthew 20:10 - ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται, καὶ ἔλαβον ἀνὰ δηνάριον καὶ αὐτοί.
  • Matthew 20:11 - λαβόντες δὲ, ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
  • Matthew 20:12 - λέγοντες, οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
  • Matthew 20:13 - ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν, ἑταῖρε, οὐκ ἀδικῶ σε. οὐχὶ δηναρίου συνεφώνησάς μοι?
  • Matthew 20:14 - ἆρον τὸ σὸν καὶ ὕπαγε. θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί.
  • Matthew 20:15 - ἢ οὐκ ἔξεστίν μοι, ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς? ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι?
  • Matthew 20:16 - οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι.
  • Romans 11:35 - ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ?
  • Romans 11:6 - εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων; ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.
逐节对照交叉引用