rom 5:4 UGNT
逐节对照
交叉引用
  • Romans 15:4 - ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν.
  • 2 Corinthians 6:9 - ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ, ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι,
  • 2 Corinthians 6:10 - ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
  • 2 Corinthians 1:4 - ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.
  • 2 Corinthians 1:5 - ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.
  • 2 Corinthians 1:6 - εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας; εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν.
  • 2 Corinthians 4:8 - ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι; ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι;
  • 2 Corinthians 4:9 - διωκόμενοι, ἀλλ’ οὐκ ἐνκαταλειπόμενοι; καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι;
  • 2 Corinthians 4:10 - πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ;
  • 2 Corinthians 4:11 - ἀεὶ γὰρ ἡμεῖς, οἱ ζῶντες, εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
  • 2 Corinthians 4:12 - ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
  • 1 Peter 1:6 - ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι, εἰ δέον λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
  • 1 Peter 1:7 - ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον, καὶ δόξαν, καὶ τιμὴν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ;
  • 2 Timothy 4:16 - ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐνκατέλιπον; μὴ αὐτοῖς λογισθείη.
  • 2 Timothy 4:17 - ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη; καὶ ἐρύσθην ἐκ στόματος λέοντος.
  • 2 Timothy 4:18 - ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον; ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν!
  • 1 Peter 5:10 - ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει.
  • James 1:12 - μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος, λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
逐节对照交叉引用