rom 8:1 UGNT
逐节对照
交叉引用
  • Romans 16:7 - ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν, τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
  • Romans 16:3 - ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν, τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
  • 2 Corinthians 12:2 - οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων (εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν), ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
  • Romans 7:17 - νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλὰ ἡ ἐνοικοῦσα ἐν ἐμοὶ ἁμαρτία.
  • Romans 7:20 - εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλὰ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.
  • Galatians 5:25 - εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν.
  • John 14:20 - ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν.
  • Romans 8:39 - οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν.
  • Galatians 3:28 - οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.
  • Romans 8:4 - ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα.
  • 1 Corinthians 15:22 - ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ, πάντες ἀποθνῄσκουσιν; οὕτως καὶ ἐν τῷ Χριστῷ, πάντες ζῳοποιηθήσονται.
  • Galatians 5:16 - λέγω δέ, Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
  • Romans 8:14 - ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοί Θεοῦ εἰσιν.
  • John 15:4 - μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μένητε.
  • Philippians 3:9 - καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην, τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει;
  • Romans 8:34 - τίς ὁ κατακρινῶν? Χριστὸς Ἰησοῦς ὁ ἀποθανών, μᾶλλον δὲ ἐγερθείς ὅς, καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν.
  • John 5:24 - ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.
  • Titus 2:11 - ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ, σωτήριος πᾶσιν ἀνθρώποις,
  • Titus 2:12 - παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως, καὶ εὐσεβῶς, ζήσωμεν ἐν τῷ νῦν αἰῶνι;
  • Titus 2:13 - προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ;
  • Titus 2:14 - ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
  • Romans 4:7 - μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι;
  • Romans 4:8 - μακάριος ἀνὴρ, οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.
  • 1 Corinthians 1:30 - ἐξ αὐτοῦ δὲ, ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις;
  • Romans 5:1 - δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν, διὰ τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ,
  • 2 Corinthians 5:17 - ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις; τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονεν καινά.
  • Galatians 3:13 - Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου,
  • John 3:18 - ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται. ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ.
  • John 3:19 - αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς; ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.
逐节对照交叉引用