1co 8:2 UGNT
逐节对照
交叉引用
  • Romans 11:25 - οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ;
  • 1 Timothy 1:5 - τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας, καὶ συνειδήσεως ἀγαθῆς, καὶ πίστεως ἀνυποκρίτου;
  • 1 Timothy 1:6 - ὧν τινες ἀστοχήσαντες, ἐξετράπησαν εἰς ματαιολογίαν,
  • 1 Timothy 1:7 - θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται.
  • 1 Corinthians 13:8 - ἡ ἀγάπη οὐδέποτε πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται; εἴτε γλῶσσαι, παύσονται; εἴτε γνῶσις, καταργηθήσεται.
  • 1 Corinthians 13:9 - ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν;
  • Galatians 6:3 - εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν.
  • 1 Timothy 6:3 - εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις, τοῖς τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ,
  • 1 Timothy 6:4 - τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί,
  • 1 Corinthians 3:18 - μηδεὶς ἑαυτὸν ἐξαπατάτω; εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.
  • 1 Corinthians 13:12 - βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον; ἄρτι γινώσκω ἐκ μέρους; τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.
逐节对照交叉引用