1co 8:3 UGNT
逐节对照
交叉引用
  • Revelation 2:13 - οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ; καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου, καὶ ἐν ταῖς ἡμέραις Ἀντιπᾶς, ὁ μάρτυς μου ὁ πιστός μου, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.
  • John 21:17 - λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωάννου, φιλεῖς με? ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με? καὶ λέγει αὐτῷ, Κύριε, πάντα σὺ οἶδας; σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, βόσκε τὰ προβάτια μου.
  • Romans 11:2 - οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλείᾳ τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραήλ?
  • 1 Peter 1:8 - ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
  • James 2:5 - ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί: οὐχ ὁ Θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν?
  • Revelation 3:15 - οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.
  • Revelation 3:16 - οὕτως, ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ψυχρός, οὔτε ζεστὸς, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
  • Revelation 2:9 - οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν (ἀλλὰ πλούσιος εἶ), καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.
  • Matthew 7:23 - καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι οὐδέποτε ἔγνων ὑμᾶς, ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
  • John 10:14 - ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός; καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά.
  • Romans 8:28 - οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ ὁ Θεὸς εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.
  • Romans 8:29 - ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.
  • James 1:12 - μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος, λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
  • Revelation 2:19 - οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην, καὶ τὴν πίστιν, καὶ τὴν διακονίαν, καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων.
  • 1 Corinthians 2:9 - ἀλλὰ καθὼς γέγραπται, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
  • 2 Timothy 2:19 - ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην: ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, καί, ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.
  • Galatians 4:9 - νῦν δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε?
  • Revelation 3:8 - οἶδά σου τὰ ἔργα. ἰδοὺ, δέδωκα ἐνώπιόν σου θύραν ἠνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν; ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
  • Revelation 3:9 - ἰδοὺ, διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν, ἀλλὰ ψεύδονται; ἰδοὺ, ποιήσω αὐτοὺς, ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
逐节对照交叉引用