jhn 7:20 UGNT
逐节对照
交叉引用
  • Acts 26:24 - ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ φησιν, μαίνῃ, Παῦλε! τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει!
  • Matthew 12:24 - οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων.
  • Mark 3:30 - ὅτι ἔλεγον, πνεῦμα ἀκάθαρτον ἔχει.
  • Matthew 10:25 - ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ?
  • Matthew 11:18 - ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, δαιμόνιον ἔχει.
  • Matthew 11:19 - ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ἰδοὺ, ἄνθρωπος, φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν! καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.
  • Mark 3:21 - καὶ ἀκούσαντες, οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν; ἔλεγον γὰρ, ὅτι ἐξέστη.
  • Mark 3:22 - καὶ οἱ γραμματεῖς, οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον, ὅτι Βεελζεβοὺλ ἔχει; καὶ, ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.
  • John 8:52 - εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα.
  • John 8:48 - ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις?
  • John 10:20 - ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν, δαιμόνιον ἔχει, καὶ μαίνεται; τί αὐτοῦ ἀκούετε?
逐节对照交叉引用