jhn 7:21 UGNT
逐节对照
交叉引用
  • John 5:2 - ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ Προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ, Βηθζαθά, πέντε στοὰς ἔχουσα.
  • John 5:3 - ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν.
  • John 5:4 - [Ἄγγελος γὰρ κυρίου κατὰ καιρὸν ἐλούετο ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσεν τὸ ὕδωρ; ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο οἵῳ δήποτʼ οὖν κατείχετο νοσήματι.]
  • John 5:5 - ἦν δέ τις ἄνθρωπος ἐκεῖ, τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.
  • John 5:6 - τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ, θέλεις ὑγιὴς γενέσθαι?
  • John 5:7 - ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν; ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
  • John 5:8 - λέγει αὐτῷ ὁ Ἰησοῦς, ἔγειρε, ἆρον τὸν κράβαττόν σου, καὶ περιπάτει.
  • John 5:9 - καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ, καὶ περιεπάτει. ἦν δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
  • John 5:10 - ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, Σάββατόν ἐστιν, καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττον σου.
  • John 5:11 - ὁ δὲ ἀπεκρίθη αὐτοῖς, ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
  • John 7:23 - εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ?
逐节对照交叉引用